Δευτέρα, 29 Απριλίου 2013

Περί Έθνους


Ομηρικά Έθνη και Ελεύθερες Πατρίδες

Η πατρίδα της Χρυσηίδος Α
 τὴν δ’ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν
ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης, 30
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·

 Η πατρίδα του Έκτορος Μ 243
 εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.

 Πατρίδα ανδρών Ω
ὡς δ' ὅτ' ἂν ἄνδρ' ἄτη πυκινὴ λάβῃ, ὅς τ' ἐνὶ πάτρῃ 480
φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον
ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ' ἔχει εἰσορόωντας,
ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·

Η πατρίδα του Οδυσσέα, λέει η Ευρύκλεια στον Τηλέμαχο β
 "τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα
ἔπλετο; πῇ δ' ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν
μοῦνος ἐὼν ἀγαπητός; ὁ δ' ὤλετο τηλόθι πάτρης 365
διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.

Η πατρίδα του άνακτος λέει ο Εύμαιος και ο Άργος ξεψυχά αναγνωρίζοντας τον, ρ
 νῦν δ' ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης
ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
δμῶες δ', εὖτ' ἂν μηκέτ' ἐπικρατέωσιν ἄνακτες,        320


 Η πατρίδα, η καταγωγή και η  γενιά του Ποσειδώνος και  του πολυμητιδος Διός Ν  350
Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν
λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα
Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ' ἴα πάτρη,
ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.

Η πατρίδα του Αγαμεμνόνος στο λόγο του προς τους Έλληνες Αχαιούς, κρατών το σκήπτρο που έφτιαξε ο Ήφαιστος Β
 φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· 140
οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.

Η πατρίδα των  Δαναών καταφθάνων ο Πάτροκλος και τον  πληγωμένο Εύρυπλο  θωρών,Λ817
ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
ὣς ἄρ' ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης
ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.

Η πατρίδα του Μέδοντος  Ο 330
τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·
Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.
ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ' Ὀϊλεύς·

Η πατρίδα του Πριάμου Ω
 σὺ δὲ τῶνδ' ἀπόναιο, καὶ ἔλθοις
σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας
αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.

Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
μηκέτι νῦν μ' ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς 560

  Η πατρίδα της Αθηνάς στον λόγο της προς τον Τηλέμαχο, α
 νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν        290

Η πατρίδα της Ναυσικάς ορώσα  τον Οδυσσέα θ
 θαύμαζεν δ' Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα
καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα·        460

"χαῖρε, ξεῖν', ἵνα καί ποτ' ἐὼν ἐν πατρίδι γαίῃ
μνήσῃ ἐμεῖ', ὅτι μοι πρώτῃ ζωάγρι' ὀφέλλεις."


Η πατρίδα της Πηνελόπης αναγνωρίζοντας τον Οδυσσέα  ψ
 τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·
"εὐνὴ μὲν δὴ σοί γε τότ' ἔσσεται, ὁππότε θυμῷ
σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·        260

 Η πατρίδα του Πανδάρου συνομιλών με τον Αινεία, Ε 210
ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
πατρίδ’ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
αὐτίκ’ ἔπειτ’ ἀπ’ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς
εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην
χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.

Η πατρίδα των Αργείων Μ
 Ἀργεῖοι δ' ἐν νηυσὶ φίλην ἐς πατρίδ' ἔβησαν,
δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.
ὅσσοι ἀπ' Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,
Ῥῆσός θ' Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε 20

  Ο Αγαμέμνων φθάνει στην πατρίδα του, δ
 ἀλλ' ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,
ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδ' ἵκοντο,        520
ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης,
 
 Η πατρίδα του Εύμαιου, ο
 τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·        380
"ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,
πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.
Έθνη μελισσών Β
Ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,
οἳ δ’ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν
σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.
ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων
πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,
βοτρυδὸν δὲ πέτονται ἐπ’ ἄνθεσιν εἰαρινοῖσιν·
αἳ μέν τ’ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα· 90

 Πατρώον σκήπτρον, Β 46
ποσσὶ δ’ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·
εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ
σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·

Το έθνος του Πάρη Αλεξάνδρου, Γ
 Τὸν δ’ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς 30
ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,
ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων.

 Το έθνος των πτηνών, γεράνων χηνών και κύκνων. Ο
 ἀλλ' ὥς τ' ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων 690
ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων
χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,
ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο
ἀντίος ἀΐξας·

Έθνη νεκρών, κ
ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.
αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,
ἔνθ' ὄϊν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν
εἰς Ἔρεβος στρέψας, αὐτὸς δ' ἀπονόσφι τραπέσθαι
ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ
ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.        530

Έθνη χοίρων, ξ 73
 ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,
βῆ δ' ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
ἔνθεν ἑλὼν δύ' ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,


Η ονοματοθεσία του Οδυσσέα από τον παππού Αυτόλυκο.
 Όταν γίνει έφηβος ναρθεί στο μητρικό δώμα στον Παρνασσό να ανεβεί
Ας είναι το όνομα του ΕΠΩΝΥΜΟ!
 τ,ὁππότ' ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα        410
ἔλθῃ Παρνησόνδ', ὅθι πού μοι κτήματ' ἔασι,
τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντ' ἀποπέμψω."

Πάτρη, η πατρίδα Α30,Μ243, Ω480, β365,ρ318, η καταγωγή, Ν 354
Πατρίς, επίθετο Β 140, Λ817, Ο335, Ω 557, α290, θ461, ψ259
ουσιαστικό Ε 213, Μ16, δ586, ο382
Έθνος, σμήνος πλήθος,Β 87, Γ32, Ο691, κ526, ξ 73
Πάτροθεν Κ68
Μητρώιος τ410
Πατρώιος,Β 46, Ε125, Τ387,α 175, μ136

Εθνισμός, ο ψυχικός και πνευνατικός σύνδεσμος του ανθρώπου  προς το έθνος του. Η γνησία και ανιοδιοτελής εκδήλωσις  του εθνικού συναισθήματος δια την προαγωγή των ανθρωπίνων δικαιωμάτων εντός αυτής της εθνότητος. Λεξικόν ΗΛΙΟΥ
Εθνικισμός , Η αγάπη  και προσήλωσις  προς το ίδιον το έθνος, εκδηλουμένη εις προσπάθιεαν πραγματοποιήσεως  των εθινικών συμφερόντων και ιδεωδών. Λεξικόν ΗΛΙΟΥ
Έθνος, το πλήθος
Ήγοντο μοιχοί, πόρνοι,τοιχωρύχοι, βαλαντιοτόμοι και τοιαύτα έθνη.
Έθνος ου μόνο το μέγα και πολυάανθρωπον γένος, αλλά και ιδίως μέρος της  πόλεως.
Δημοσθένης εν τω  κατά Αριστοκράτους και εν τω θ΄  Φιλιππτικών.
Εθνοπάγκτου ο Ιώσηππος λέγει εν τη ιστορία των Μακκαβαίων. Λεξικόν ΣΟΥΙΔΑ

 Την 1-1-1822 οι αντιπρόσωποι στην Εθνοσυνέλευση της
Επιδαύρου διακήρυξαν: «Το Ελληνικόν Έθνος δια των νομίμων
παραστατών του....κηρύττει σήμερον την πολιτικήν αυτού
ύπαρξιν και ανεξαρτησίαν....»

 
Ας μιλήσουν επιτέλους σήμερα.... τα ΈΘΝΗ  των μελισσών των χηνών των κύκνων των χοίρων των αετών  τι    ΠΑΤΡΙΔΕΣ  θέλουσι να έχουν

1 σχόλιο:

  1. ΑΥΤΟΛΥΚΟΣ τ 409
    τῷ δ' Ὀδυσεὺς ὄνομ' ἔστω ἐπώνυμον.
    Ας είναι το όνομα του ΕΠΩΝΥΜΟ!
    ΟΔΥΣΣΕΥΣ

    ΑπάντησηΔιαγραφή

Αν η γνώση δημιουργεί προβλήματα,
η άγνοια αναμφίβολα δεν μπορεί να τα λύσει